12/12/14 13:07 - Εν αρχή ην ο λόγος!..

Εν αρχή ην ο λόγος!..

12 Δεκεμβρίου... Σπυρίδωνος επισκόπου Τριμυθούντος (1), του θαυματουργού (†348). Μάρτυρος Αλεξάνδρου (2) αρχιεπισκόπου Ιεροσολύμων. Μαρτύρων Αιθερίου και Συνετού του αναγνώστου. Οσίων Αμμωναθά και Ανθού. Ευφημιανής και Φαίβης. Ιωάννου, επισκόπου Ζιχνών (†1333). Διαβάστε τους Βίους των Εορταζόντων Αγίων σύμφωνα με τα κείμενα της Εκκλησίας της Ελλάδος, αλλά και τα λειτουργικά κείμενα της ημέρας, όπου και το μεγαλείο της ελληνικής γλώσσας!..

(1)Έζησε την εποχή του Μ. Κωνσταντίνου. Καταγόταν από τη Κύπρο και στην αρχή ζούσε ως βοσκός. Ήταν παντρεμένος με μια ευσεβή γυναίκα, η οποία πέθανε νέα. Έκτοτε ο άγιος πέρασε την υπόλοιπη ζωή του αφοσιωμένος στην υπηρεσία του Κυρίου και των πλησίον του. Λόγω της ηθικής του αρτιότητας ο Θεός τον τίμησε με το χάρισμα της θαυματουργίας. Οι αρετές του και η δύναμη της πίστης του εκτιμήθηκαν και από το λαό, με αποτέλεσμα όταν απεβίωσε ο επίσκοπος Τριμυθούντος της Κύπρου, του ζητήθηκε αμέσως να αναλάβει τον επισκοπικό θρόνο. Υπήρξε μεγάλος θεματοφύλακας της ορθοδοξίας και με τα επιχειρήματά του ανέτρεπε τις κακοδοξίες των αιρετικών. Όταν ο άγιος ήταν επίσκοπος συνέβη και το εξής : δύο κλέφτες εισέβαλαν στο μαντρί της επισκοπής με σκοπό να κλέψουν το κοπάδι. Με θεία όμως παρέμβαση βρέθηκαν αλυσοδεμένοι. Την επόμενη ημέρα, όταν ο άγιος Σπυρίδων τους αντίκρισε, όχι μόνο τους ελευθέρωσε αλλά και τους χάρισε ένα κριάρι. Ο άγιος απεβίωσε εν ειρήνη.

(2)Ο άγιος Αλέξανδρος έζησε γύρω στα τέλη του δεύτερου αιώνα και μέχρι τα μέσα του τρίτου αιώνα. Συνδύαζε με την ευσέβεια που τον διακατείχε και μία μεγάλη επιθυμία για μάθηση, γι αυτό χρημάτισε μαθητής του Κλημέντου του Αλεξάνδρεως. Διέπρεψε στις σπουδές του και διακρίθηκε στο κήρυγμα του Ευαγγελίου. Αργότερα χρίστηκε επίσκοπος Φλανιάδος στην Καππαδοκία. Επειδή ο επίσκοπος Ιεροσολύμων, ο οποίος ονομαζόταν Νάρκισσος, ήταν υπερήλικας αλλά μεγάλης αρετής προσέλαβε σαν βοηθό του τον Αλέξανδρο τον οποίο και προόριζε για διάδοχό του. Μετά το μαρτυρικό τέλος του Νάρκισσου, ο Αλέξανδρος ανήλθε στον επισκοπικό θρόνο των Ιεροσολύμων. Αγωνίστηκε για την πίστη, ίδρυσε μάλιστα και μία βιβλιοθήκη στα Ιεροσόλυμα, στην οποία συγκέντρωσε πολλά εκκλησιαστικά και θεολογικά συγγράμματα. Στον διωγμό του Δεκίου συνελήφθηκε και επειδή δεν αρνήθηκε, παρά τις πιέσεις, την πίστη του διατάχτηκε να τον ρίξουν στα λιοντάρια. Ως εκ θαύματος όμως τα άγρια θηρία τον άφησαν ανέγγικτο. Πέθανε εξαιτίας των πληγών που υπέστη από τα φρικτά βασανιστήρια.

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ

 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν 

Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος· Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας, νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος· Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος α' Ἀνατολίου

Ὅσιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι' ἀγάπην Θεοῦ, ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ, Βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής, τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον Ἦχος πλ. β'

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ τῷ Βασιλεῖ προσάξατε, σμύρναν, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 

Εἴσοδος. Φῶς ἱλαρόν, Εἰ βούλει εἰπεῖν καὶ ἀναγνώσματα, ζήτει αὐτὰ εἰς τὴν ς' τοῦ παρόντος.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α' Νεφέλην σε φωτὸς 

Πανήγυρις φαιδρά, ἱερὰ πανδαισία, δεῦτε πιστοὶ μεθέξωμεν· Σπυρίδων καὶ γὰρ ἡμᾶς συγκαλεῖται, ἑστιάτωρ ὢν πνευματικός, οὗ ἡ τράπεζα θεία, ἡδέα τὰ θαύματα, αἱ πράξεις ἀθάνατοι, αὐτοῦ μιμησώμεθα τὸ πρᾶον, τὸ ἄκακον, τὸ ἁπλοῦν, τὸ φιλάνθρωπον, τὸ περὶ πάντας σοφόν, ἐν οἷς ἐν Ἀρχιερεῦσιν, ὡς φῶς ἐξέλαμψε.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.

 

Μεγίστων ποιητής, ἀρετῶν καὶ θαυμάτων, ἀνεδείχθης Σπυρίδων σοφέ, ταῖς μέν σου καταφαιδρύνας τὸν βίον, ὑπὲρ φέγγος τὸ ἡλιακόν, τοῖς δὲ καταλαμπρύνας, κόσμον τὸν περίγειον, ὑπὲρ ἀστραπὰς οὐρανοῦ, ἀμφοῖν ὡραιότερος, δεικνύμενος Ὅσιε, τοῖς προσφεύγουσιν ἐν πίστει, ταῖς προστασίαις σου.

 

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

 

Ὢ θαύματος φρικτοῦ! ἡ νεκρὰ πυθομένῳ, φωνὴν ζῶσάν σοι δέδωκεν, ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου σου προστακτικοῦ, ἡ τοῦ Ἄνακτος νόσος, εὐχῇ σου φυγαδεύεται, ὁ ὄφις εἰς εἶδος χρυσοῦ ἀντιμετηλλάττετο, νεκροὶ ἐξηγέρθησαν· ἐνήργει γὰρ ἐν σοὶ ὁ Χριστός, Σπυρίδων Ἱερουργέ, ὁ τῆς Τριάδος τὸ δόγμα, ἀνακηρύξας τρανῶς.

Δόξα... Ἦχος β' Γερμανοῦ

Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

 

Ἀπολυτίκιον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος 

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διά του τόκου σου.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα 

Ὄφιν μετέβαλες, εἰς χρυσὸν Ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν δυσσεβῆ καὶ πονηρόν, Ἄρειον θεοφόρε· Βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε, καὶ νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας· διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα τὴν μνήμην τὴν πάντιμον.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν...

Προεόρτιον

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον.

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε 

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὰ κατ' εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε, ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν...

Προεόρτιον

Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι· Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.

 

Μετὰ δὲ τὸν Πολυέλεον

Κάθισμα

Ἦχος πλ. δ' Τὴν Σοφίαν 

Ἀνακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

 

Οἱ Ἀναβαθμοί, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Ἀντίφωνον Α'

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ'

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

 

Τό, Πᾶσα πνοή. Εὐαγγέλιον. Ὁ Ν'

 

Δόξα... ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν... ταῖς τῆς Θεοτόκου...

 

Εἶτα τὸ ἰδιόμελον Ἦχος πλ. β'

Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανείς, τόν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος β' 

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξείληψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

 

Τῶν πραέων γῆν καταλαβών, Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θείᾳ, γεγονὼς ἀνευφημήσω σε.

 

Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

 

Ἐκ ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, Ὅσιε ποιμὴν καλλωπιζόμενον.

Θεοτοκίον

Παναγία ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.

 

ᾨδὴ γ' 

«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

 

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.

 

Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.

 

Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον

Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον 

Ἐκ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ, αὐτὴν ἐκτρεφόμενος· ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τῇ σοφίᾳ τοῦ Πνεύματος, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν...

Προεόρτιον Ἦχος ὁ αὐτὸς

Τὸ προσταχθὲν μυστικῶς 

Τῶν γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

 

ᾨδὴ δ' 

«Ἐλήλυθας ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε».

 

Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας, κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.

 

Πυθομένῳ, ἡ νεκρὰ σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.

 

Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.

Θεοτοκίον

Προφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.

 

ᾨδὴ ε' 

«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».

 

Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.

 

Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.

 

Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.

Θεοτοκίον

Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ καταγγέλλοντας.

 

ᾨδὴ ς' 

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον, τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».

 

Ὁ χρυσὸς ὡς πηλὸς σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.

 

Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.

 

Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.

Θεοτοκίον

Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.

 

Κοντάκιον

Ἦχος β' Τὰ ἄνω ζητῶν 

Τῷ πόθῳ Χριστοῦ τρωθεὶς Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Ὁ Οἶκος

Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

Στίχοι

Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,

Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.

Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.

Στίχοι

Τὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,

Τὸν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ Ἱερομάρτυρος.

Στίχοι

Ὁ Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,

Ἄνευ αἵματος, εἷς ἦν καὶ τῶν Μαρτύρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀμωναθᾶ καὶ Ἄνθου.

Στίχοι

Μισῶ τὰ τῆς γῆς Ἄγγελοι δέξασθέ με,

Ἀμωναθᾶς ὁ θεῖος ἐκλείπων λέγει.

Τὸ τοῦ Προφήτου προσφόρως Δαυΐδ λέγων,

Ὡς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐρρύη.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' 

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

 

Μωσέως τὸ ἄπλαστον, Δαυΐδ τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

 

Ψεκάδες τῇ κάρᾳ σου ἐν ὥρᾳ θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ ὡς ἔφησας, τὴν θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ σου.

 

Συνόδῳ Πατέρων σε Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.

Θεοτοκίον

Τὸν βότρυν ἐβλάστησας ἀρρήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.

 

ᾨδὴ η' 

«Κάμινος ποτέ, πυρός ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

 

Κάμινον παθῶν, ταῖς θείαις ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι, πάντοτε προσιόντων, μάκαρ Σπυρίδων πανόλβιε.

 

Ἄκακος εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, Ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει γεραίρομεν.

 

Πάλαι σοι φωνήν, ὡς ζῶσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ παράδοξον μυστήριον! ὢ χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.

Θεοτοκίον

Πάθη τῆς ἐμῆς, θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.

 

ᾨδὴ θ' 

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

 

Ἀνάρχου Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.

 

Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην, χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς πρεσβείαις σου.

 

Τὰ θεῖα σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.

Θεοτοκίον

Τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Ἐξαποστειλάριον

Φῶς ἀναλλοίωτον Λόγε 

Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ, ὧν ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.

Ἕτερον, Ἐν Πνεύματι τῷ Ἱερῷ 

Ἐδόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε· ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.

Θεοτοκίον

Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων 

Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες· ὅθεν ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν. (Δίς)

 

Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.

 

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σπυρίδων σοφέ.

Δόξα... Ἦχος δ'

Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὦ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν...

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν

 

Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.